Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

 

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

 

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν.

Οτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου• ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ηκηδίασεν επ΄ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖρας μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου,

Κύριε ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου απ΄ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοι τό πρωί τό ἔλεος σου, ὅτι ἐπί σοι ἤλπισα

Γνώρισον μοι, Κύριε, ὀδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός σε ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε πρός σε κατέφυγον δίδαξον με τοῦ ποιεῖν τό θέλημα σου, ὅτι σύ εἷ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἶμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἰσαπόστολον σεπτὴν Μυροφόρον, καὶ τὴν μαθήτριαν Χριστοῦ τοῦ Σωτῆρος, θεραπευτὴν πανάριστον τῶν νόσων ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσαι, σοὺς ἱκέτας ἐκ βλάβης, τῆς ἐνεστώσης, ἵνα σε ἀεί, ὡς εὐεργέτην Μαρία γεραίρομεν.

Δόξα.
Οἱ τῇ σορῷ τῆς Μυροφόρου προστρέχοντες, χειρὸς αὐτῆς πανευλαβῶς μετὰ πίστεως, δεῦτε ἐκ πόθου ταύτην ἀνυμνήσωμεν, πρὸς αὐτὴν κραυγάζοντες, ἐκ βαθέων καρδίας· Μαρία πανένδοξε, τοὺς σὲ νῦν προσκαλοῦντας, ἀπὸ παντοίων λύτρωσαι δεινῶν, ἐπιφορᾶς τε καὶ πάσης κακώσεως.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

READ  Ποια ήταν η Αγία Μαρία Μαγδαληνή που τιμάται 22 Ιουλίου

Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ σοὶ προσδραμόντες, Μυροφόρε Μαγδαληνή, δεόμεθα πάσης ἐπηρείας, σαῖς προστασίαις καὶ νόσου διάσωσον.

Ἡ πάντιμος χείρ σου Μαγδαληνή, παρέχει ἰάσεις τοῖς νοσοῦσι καὶ πυρετοῖς, τοὺς συνεχομένους διασώζει, καὶ ἐκδιώκει δαιμόνων τὴν μάστιγα.

Νοσοῦντες τὸ σῶμα καὶ τὴν ψυχήν, παθῶν καχεξία, σοῦ προστρέχομεν τῇ σορῷ, ἴασιν αἰτοῦντες ταῖς εὐχαῖς σου, ἀπολαβεῖν καὶ πταισμάτων συγχώρησιν.

 

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

Θεοτοκίον.
Μαρίαν μαθήτριαν τοῦ Χριστοῦ, καὶ τὴν Θεοτόκον ἀνυμνοῦμεν οἱ εὐσεβεῖς, νόσων θεραπείαν ἐξαιτοῦντες, ἀπολαβεῖν καὶ δεινῶν ἀπολύτρωσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυροφόρε Μαρία τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος δέομαι ταῖς πρεσβείαις σου, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου τὴν μνήμην, πόθῳ θεοδόξαστε καὶ ἰσαπόστολε.

Εὐμενῆ σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα πίστει Μαρία πάνσεμνε, καθικετεύοντες, ὡς Μυροφόρων σε πρώτην, λυτρωθῆναι ἅπαντας τῇ προστασίᾳ σου.

Εὐπροσδέκτοις εὐχαῖς σου Μαγδαληνὴ ἴασαι, νόσους τε καὶ πάθη ποικίλα καὶ πᾶσαν κάκωσιν, χειρὸς προσπτύξει σου, τῆς πανευόσμου Μαρία, ἣν Θεὸς ἐδόξασε παντοίοις θαύμασι.

Θεοτοκίον.
Παναγία Παρθένε ἡ τὸν Θεὸν τέξασα, ῥῦσαι πάσης θλίψεως βλάβης τε τοὺς προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, σὺν Μυροφόρῳ καὶ σῶζε, πάσης περιστάσεως μόνη Πανύμνητε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ καὶ πίστει ἐκβοῶμέν σοι· Μυροφόρε πάνσεμνε, Μαγδαληνὴ Μαρία πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ φύσιν χαρίσμασιν, ὡραϊζομένη χείρ σου ἡ πάντιμος, Μυροφόρε ἰσαπόστολε, θεραπεύει νόσους τῶν τιμώντων σε.

Ἀρυόμενοι πάντοτε, τὴν ἐκ τῆς σοροῦ χειρός σου χάριν ἀέναον, ὦ Μαρία εὐφημοῦμέν σε, καὶ τὸν σὲ δοξάσαντα γεραίρομεν.

Νοσημάτων θεράπευσον, πληθὺν τὴν ἡμῶν Μαρία δεόμεθα, διπλὴν ἴασιν βραβεύουσα, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος.

Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι, καὶ ἰσαποστόλου Μαρίας Κύριε· Σοῖς ἱκέταις δὸς συγχώρησιν, τῶν πλημμελημάτων ὡς Φιλάνθρωπος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χεῖρά σου σεπτήν, Μυροφόρε ἀσπαζόμεθα, τὴν προσψαύσασαν τοὺς πόδας τοῦ Χριστοῦ, ἣν προσκυνοῦντες, πάσης νόσου ἐκλυτρούμεθα.

Ἔμπλησον ἡμῶν, τὰς ψυχὰς Μαρία χάριτος, τῇ προσπτύξει τῆς σεπτῆς σου χειρός, καὶ τὰς νόσους πάσας ἡμῶν ἴασαι.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων τε καὶ θλίψεων, καὶ αἰωνίας τυχεῖν ἀξίωσον, τοῦ παραδείσου τῆς τρυφῆς Μαρία ἔνδοξε.

Θεοτοκίον.
Μόνην πρὸς Θεόν, προστασίαν Σὲ κεκτήμεθα, οἱ Σοὶ ἱκέται Θεομῆτορ ἁγνή, Ὃν Σαῖς πρεσβείαις ἐξιλέωσαι δεόμεθα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἡ χάρις τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν ἀσθενῶν, Μυροφόρε ὀξέως· ὅθεν τελεῖς καθ’ ἑκάστην τοῖς κάμνουσι, θαυμάσια παντοδαπά, καὶ ἰάσεις Μαρία πανένδοξε.

 

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, περισκέπουσα ἀεὶ καὶ φρουροῦσα, ὅτι πρὸς σέ, Μυροφόρε Μαρία, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς διαφύλαξον.

Ἐκ σάλου, τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόφρον Μαρία, τῶν πονηρῶν, λογισμῶν καταιγίδος, πρὸς γαληνὸν ἐγκαθόρμισον ὅρμημα, ἰσχύεις γὰρ τοῦ βοηθεῖν, παῤῥησίαν ὡς σχοῦσα πρὸς Κύριον.

Θεοτοκίον.
Ὑμνοῦμέν Σε, Θεομῆτορ ἄχραντε, καὶ δοξάζομεν ἀεὶ κατὰ χρέος, ὅτι βροτῶν, σωτηρία ὑπάρχεις, ἐλπὶς καὶ δόξα καὶ σκέπη καὶ καύχημα, καὶ στήριγμα τῶν εὐσεβῶς, προσκυνούντων τὴν θείαν εἰκόνα Σου.

READ  Αγία Παρασκευή: Γιατί θεωρείται προστάτιδα των ματιών και για κάθε αναπηρία

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, τῇ σορῷ Μυροφόρου χειρὸς νῦν προσδράμωμεν, καὶ εἰκόνα τὴν αὐτῆς, προσκυνοῦντες εὐλαβῶς, μετὰ πόθου κράξωμεν αὐτῇ, ὡς λαβοῦσα χάριν ἐκ Θεοῦ, τοὺς νοσοῦντας ἰᾶσθαι, παντοίων πειρατηρίων, καὶ πικρῶν ἀλγηδόνων, θεράπευσον Μαγδαληνή, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.

 

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

Εὐαγγέλιον ἐκ τοῦ κατά Μάρκον (Κεφ. 16:9-20).
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι· κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν.

Κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν· ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.

Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

Δόξα.
Ταῖς τῆς Μυροφόρου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σου δούλων, Μυροφόρε ἔνδοξε, ἀλλὰ δέξαι τάχιστα, καὶ βοήθησον, θλίψεσιν ὀδύναις τε, πλείσταις προσπαλαίουσι, καὶ δαιμόνων ἐπιθέσεσι, σκέπην γὰρ ἔχομεν, σὲ καὶ προσκαλούμεθα πάνσεμνε· λύτρωσαι οὖν τοὺς δούλους σου, βλάβης ἐκ παντοίας καὶ θλίψεως, ἴασιν ἀφθόνως ψυχῶν τε καὶ σωμάτων δωρεάν, Μαρία τάχος παρέχουσα, πᾶσι τοῖς αἰτοῦσί σε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσαπόστολος οὖσα Μυροφόρε Μαρία σοφὴ πανένδοξε, ἐκλύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν ἀνηκέστων συμφορῶν ἀδοκήτων Μαρία ἔνδοξε, μαστίγων πολυτρόπων, δεινῶν ἐπερχομένων, ῥῦσαι πάντας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ψυχικὴν εὐεξίαν καὶ σωμάτων τὴν ῥῶσιν Μαρία ἔνδοξε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου λειψάνῳ, προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

Θεοτοκίον.
Σωμάτων ἰατῆρα καὶ ψυχῶν τὸν Σωτῆρα Παρθένε τέξασα, Χριστὸν σὺν Μυροφόρῳ, Μαρίᾳ ἐκδυσώπει, διασῶσαι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς τὴν σὴν χεῖρα, πανευλαβῶς προσκυνοῦντας, ἐκ παντοίων φύλαττε κινδύνων, καὶ πληγῆς ἁπάσης, Μαρία Μυροφόρε.

Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπονοίας, πρόφθασον καὶ ῥῦσαι, Μαρία σοὺς ἱκέτας.

Τῶν ἰαμάτων, ἡ σορὸς τῆς χειρός σου, θεία κρήνη ἐδείχθη Μυροφόρε, τοῖς ἀσπαζομένοις, αὐτὴν πίστει καὶ πόθῳ.

Θεοτοκίον.
Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ Σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρησον καὶ σῶσον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πίστει προσκυνοῦντας, τὴν σορὸν χειρός σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει Μαρία, Χριστοῦ μαθήτρια.

Σορὸς σεπτῆς χειρός σου, ἰατρεῖον πέλει, πνευματικόν· διὸ ταύτῃ προστρέχοντες, παθῶν καὶ νόσων παντοίων, ἀπολυτρούμεθα.

READ  Μαρία Μαγδαληνή: Τα Θαύματα της Αγίας

Μὴ παύσῃ συντηροῦσα, ταύτην σου τὴν ποίμνην σου, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων, Μαρία ἔνδοξε.

Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ τοῦ Ἀγγέλου τὸ χαῖρε Σοὶ κράζομεν· ὡς διὰ Σοῦ σωτηρίας, τυχόντες Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὦ μαθήτρια τοῦ Χριστοῦ, χαίροις Μυροφόρων, κορυφαία Μαγδαληνή, πρώτη κατιδοῦσα, Ἀνάστασιν Κυρίου, καὶ ταύτην Ἀποστόλοις, πρώτη μηνύσασα.

Χαίροις ἰσαπόστολε τοῦ Χριστοῦ, χαίροις ὦ Μαρία, Μυροφόρων ἡ καλλονή, χαίροις ἡ τὸ χαῖρε, μετὰ τῆς Θεοτόκου, φαιδρῶς ἐνωτισθεῖσα, τῇ Ἀναστάσει Αὐτοῦ.

Ὤρθρισας τῷ τάφῳ τοῦ Ἰησοῦ, ἐπέστης σὺν μύροις, Μυροφόρε πρώτη· διό, ἐκλήθης καὶ μύσταις, τὴν ἔγερσιν Κυρίου, Μαγδαληνὴ Μαρία, χαίρουσα ἔφησας.

 

Αγία Μαρία Μαγδαληνή: Η παράκληση της θεραπεύει από κάθε ασθένεια

Τοὺς ἀσπαζομένους εὐλαβῶς, τὴν σεπτήν σου χεῖρα, τὴν μυρίσασαν τὸ Χριστοῦ, σῶμα Μυροφόρε, διάσωζε ἐκ βλάβης, καὶ πάσης ἐπηρείας, νόσων καὶ θλίψεων.

Ἔῤῥανε τὸν τάφον Μαγδαληνή, ἡ ἁγία χείρ σου, πανευώδη μύρα τερπνά, Χριστοῦ τοῦ Σωτῆρος, ῥανάτω σου τὴν χάριν, καὶ ἐφ’ ἡμᾶς τοὺς πόθῳ, ἀσπαζομένους αὐτήν.

Τῆς Χριστοῦ ἐγέρσεως θεωρόν, πρώτην καὶ Ἀγγέλων, ἐπακούσασαν τῆς φωνῆς, καὶ τῶν Ἀποστόλων, Ἀπόστολον ὀφθεῖσαν, Μαγδαληνὴν ἐν ὕμνοις, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, καὶ τὴν σορὸν τῆς χειρός, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, Μυροφόρε πανένδοξε, καὶ πάσης ἀνάγκης, ἡμᾶς νῦν ἀπάλλαξον, Χριστοῦ μαθήτρια, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σωζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρομεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

 

ekklisiaonline.gr

Αφήστε μια απάντηση