ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ 17 ΜΑΙΟΥ

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ 17 ΜΑΙΟΥ

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ 17 ΜΑΙΟΥ

ΜΑΪΟΥ 17!!
ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΠΟΣΤΟΛΟΙ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀρχιμ. Νικόδημος Ἀεράκης, Ἀθήνα, 2004)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τοὺς Ἀποστόλους ἐν ὕμνοις λαμπρῶς τιμήσωμεν, τοὺς συγγενεῖς τοῦ Παύλου, καὶ τοὺς συναιχμαλώτους, κήρυκας τοῦ Λόγου καὶ ἁλιεῖς, τῶν ἀνθρώπων ὡς γέγραπται, τὴν Ἰουνίαν τὴν πάνυ θεοσεβῆ, καὶ Ἀνδρόνικον τὸν ἔνθεον.

Δεῦτε πιστοὶ συνελθόντες ἐπευφημήσωμεν, τοὺς κλεινοὺς Ἀποστόλους, τὸν Ἀνδρόνικον ὕμνοις, σὺν θείᾳ Ἰουνίᾳ περιχαρῶς, τοὺς κηρύξαντας ἔθνεσι, ὅτι Χριστὸς ἐσταυρώθη ὑπὲρ βροτῶν, καὶ ἀνέστη ὡς Θεάνθρωπος.

Τοὺς χριστοκήρυκας πάντες σεμνῶς ὑμνήσωμεν, τοὺς σεπτοὺς Ἀποστόλους, καὶ οὐρανοπολίτας, θείαν Ἰουνίαν καὶ τὸν κλεινόν, θεοφόρον Ἀνδρόνικον, τοὺς ἀροτῆρας τοῦ Λόγου ἐν τοῖς λαοῖς, τοὺς κηρύξαντας τὴν λύτρωσιν.

Τῆς Ἐκκλησίας τὰς βάσεις καὶ τὰ θεμέλια, τοὺς κλεινοὺς Ἀποστόλους, ἀνυμνήσωμεν πάντες, οὗτοι γὰρ τοῦ Παύλου οἱ συγγενεῖς, καὶ σεπτοὶ συναιχμάλωτοι, πᾶσιν ἐκήρυξαν Λόγον τὸν τοῦ Πατρός, καὶ Σωτῆρα πάσης κτίσεως.

Δόξα. Ἦχος β΄.

Δεῦτε φιλεόρτων ὁ σύλλογος, τὴν τῶν θεοκηρύκων Ἀποστόλων, Ἀνδρονίκου καὶ Ἰουνίας μνήμην, ἀγαλλομένῃ καρδίᾳ λαμπρῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τὰ ἐπίκηρα καταλιπόντες, καὶ τὴν τοῦ Εὐαγγελίου ἐν τοῖς ἔθνεσιν διδαχὴν ἀναλαβόντες, ῥίψαντες τὴν τοῦ λόγου σαγήνην, τὰ ἔθνη εἰς Χριστὸν ἐζώγρησαν. Αὐτῶν ταῖς ἱκεσίαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπη Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε περιχαρῶς, τοὺς θείους Ἀποστόλους, καὶ κήρυκας τοῦ Λόγου, τιμήσωμεν ἐν ὕμνοις, καὶ πλέξωμεν ἐγκώμια.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ὕμνοις πανευλαβῶς, Ἀνδρόνικον τὸν θεῖον, καὶ Ἰουνίαν πάντες, τιμήσωμεν ἐμφρόνως, ὡς κήρυκας τῆς πίστεως.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Παύλου τοὺς συγγενεῖς, καὶ Ἀποστόλους θείους, αὐτοῦ συναιχμαλώτους, ὑμνήσωμεν ἐνθέως, ὡς τοῦ Χριστοῦ τὰ στόματα.

Δόξα. Τριαδικόν.

Λόγῳ σὺν τῷ Πατρί, καὶ Πνεύματι Ἁγίῳ, τῇ θείᾳ μοναρχίᾳ, λατρεύσωμεν ἐν ὕμνοις, πιστοὶ καὶ μεγαλύνωμεν.

Καὶ νῦν. Θεοτοκίον.

Δεῦτε τὴν Μαριάμ, τὴν τέξασαν τὸν Λόγον, πρὸς σωτηρίαν κόσμου, ἐν ὕμνοις θεοδέκτοις, τιμήσωμεν γηθόμενοι.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’

Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Τὸν Ἀνδρόνικον, σὺν Ἰουνίᾳ, ὕμνοις στέψωμεν, καὶ ἐγκωμίοις, Ἀποστόλους ἐθνῶν θεοκήρυκας. Συναιχμαλώτους τοῦ Παύλου καὶ καύχημα, καὶ συγγενεῖς τούτου λόγου ἐκφάντορας, θεῖα στόματα, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ. Στιχηρὰ τῶν ἈποστόλωνἘκ τοῦ Μηναίου. Ἦχος πλ. δ’Ὢ τοῦ παραδόξου θαύματος

Λόγῳ τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης, θεομακάριστε· διὸ σε λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζομεν, περιχαρῶς, αἴνεσιν προσάγοντες, τῷ Παντοκράτορι.

Παῦλος ὁ θεῖος Ἀπόστολος, θείοις ἐπαίνοις ἡμᾶς, ἐκθειάζων λαμπρότατα, τοῖς πιστοῖς παρίστησι, τὴν ὑμῶν γενναιότητα, πρὸ τούτου λέγων, ἀποδειχθῆναι ἡμᾶς, Θεοῦ τοῦ Λόγου, μαθητὰς πάνσοφοι, καὶ συγγενεῖς αὐτοῦ, Ἰουνία πάνσοφε, ὡς ἀληθῶς, μάκαρ τε Ἀνδρόνικε, Θεοῦ θεράποντες.

Πᾶσαν ἱερῷ κηρύγματι, φωταγωγοῦντες τὴν γῆν, τὴν ἀχλὺν ἀπελάσατε, τὴν τῆς ματαιότητος, καὶ πρὸς φῶς ὡδηγήσατε, θεογνωσίας, τοὺς ἐνυπάρχοντας, ἐν σκότει πάλαι, τῆς ἀθεότητος, θεῖοι Ἀπόστολοι, ὁδηγοὶ σωτήριοι, καὶ πρεσβευταί, πάντων τῶν πιστῶς ὑμᾶς, τιμώντων πάντοτε.

Ἕτερα. Ἀεράκη. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.

Τὸν Ἀνδρόνικον μέλψωμεν, Ἰουνίαν τιμήσωμεν, συνελθόντες σήμερον ὦ φιλέορτοι, ὅτι τὰ ἔθνη ἐζώγρησαν, εἰς πίστιν τοῦ Κτίσαντος, ὡς Ἀπόστολοι Χριστοῦ, καὶ τὴν πλάνην ἐνίκησας, θείῳ Πνεύματι, καὶ Χριστῷ τῷ Δεσπότῃ καὶ Σωτῆρι, διηκόνησαν ἀξίως, οἱ θεοπρόβλητοι κήρυκες.

Ἐκκλησίας καυχήματα, Ἀποστόλους καὶ κήρυκας, ἐν ᾠδαῖς τιμήσωμεν καὶ δοξάσωμεν, ὅτι τοῦ Παύλου γεγόνασι, λαμπροὶ συναιχμάλωτοι, καὶ πρὸ τούτου τῷ Χριστῷ, ἠκολούθησαν χαίροντες, οἱ θεόφρονες, ὁ Ἀνδρόνικος σὺν τῇ Ἰουνίᾳ, οἱ ἐν ἔθνεσι τὸν Λόγον, τὸν σαρκωθέντα κηρύξαντες.

Θεοφύτευτα κλήματα, τῶν πιστῶν τὰ ἐρείσμαστα, Ἐκκλησίας ἄῤῥηκτοι στῦλοι ἔνδοξοι, τῶν Ἀποστόλων συμμέτοχοι, κλεινοὶ ἀνεδείχθητε, ὦ Ἀνδρόνικε στέῤῥέ, Ἰουνία τε πάνσεμνε, Παύλου ἔνδοξοι, συγγενεῖς καὶ αἰχμάλωτοι σὺν τούτῳ, ὑπὲρ πίστεως Κυρίου, καὶ τῶν ἐθνῶν τὴν σαγήνευσιν.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, τὰ στίφη τῶν πιστῶν, ἐν χαρᾷ καὶ ἀγαλλιάσει, τὴν τῶν θεοπέμπτων Ἀποστόλων, Ἀνδρονίκου καὶ Ἰουνίας, ἐπιτελοῦντες ἑορτήν, ἐγκωμίοις καὶ ὕμνοις αὐτοῖς εἴπωμεν· Χαίρετε, τοῦ οὐρανοβάμονος Παύλου συγγενεῖς, καὶ σεπτοὶ συναιχμάλωτοι· χαίρετε, πάγχρυσα στόματα τοῦ Λόγου, καὶ τῶν ἐθνῶν θαυμαστοὶ σαγηνευταί· χαίρετε, θεοκήρυκες τῆς ἀληθοῦς πίστεως, καὶ καταλύται τρισόλβιοι τῆς δυσσεβείας τῶν εἰδώλων. Ὡς ἔχοντες παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, Αὐτὸν ἐκτενῶς ἱκετεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Πρὸς Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα (κεφ. ιστ΄, 3-7)

Ἀδελφοί, ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαινετὸν τὸν ἀγαπητόν μου, ὃς ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν. Ἀσπάσασθε Μαριάμ, ἣτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἳτινές εἰσιν ἐπίσημοι ἐν τοῖς Ἀποστόλοις, οἳ και πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.

Πρὸς Ἐφεσίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (κεφ. δ΄, 11-13)

Ἀδελφοί, ὁ Θεὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Πρὸς Κορινθίους, πρώτης ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (κεφ. δ΄, 9-13, 16)

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δε ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γημνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί. Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν ἕως ἅρτι. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

  Η θρησκευτική εορτή της Ζωοδόχου Πηγής

 

READ  Στις 17 Ιουλίου εορτάζει η Αγία Μαρίνα: Η κόρη που νίκησε το διάβολο

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Ἀγάλλου καὶ χόρευε ἡ τῶν Ἀποστόλων χορεία, σκίρτα καὶ ὕμνει ὁ τῶν πιστῶν θεοφύλακτος λαός. Σήμερον γάρ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ οἱ ἐν οὐρανοῖς θεῖοι Ἀπόστολοι, πρὸς ἑστίασιν πνευματικήν, ἐπὶ τὴν μνήμην τῶν θεοκηρύκων Ἀποστόλου, Ἀνδρονίκου καὶ Ἰουνίας, πάντας ἡμᾶς συγκαλοῦσι. Δεῦτε οὖν ἀδελφοί, πνευματικῶς εὐωχηθῶμεν, καὶ ἐν ἐγκωμίων ᾠδαῖς, ὡς τοῦ θείου Παύλου συγγενεῖς καὶ συναιχμαλώτους, αὐτοὺς ἐνθεαστικῶς τιμήσωμεν, αἰτούμενοι τὰς ἐκτενεῖς αὐτῶν πρεσβείας ὑπὲρ ἡμῶν, πρὸς τὸν φιλάνθρωπον Κύριον.

Ἦχος β΄.

Δεῦτε πιστοί, τοὺς κατὰ Παῦλον ἐπισήμους Ἀποστόλους, Ἀνδρόνικον τὸν κλεινόν, καὶ τὴν σεπτὴν Ἰουνίαν, ἐν ἐγκωμίων ἄνθεσιν λαμπρῶς καταστέψωμεν. Οὗτοι γάρ, τὴν τοῦ Χριστοῦ ἀποστολικὴν κλῆσιν ἐγκαρδίως ἀποδεχθέντες, τοῖς ἔθνεσιν μετὰ ζήλου τὸ τῆς Τριάδος μέγα μυστήριον, καὶ τὴν τῶν βροτῶν φιλάνθρωπον διὰ Σταυροῦ σωτηρίαν ἐκήρυξαν. Αὐτων ταῖς ἱκεσίαις Χριστε ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.

Τὴν πάνσεπτον μνήμην, τῶν ἐπισήμων Ἀποστόλων, Ἀνδρονίκου τοῦ θεόφρονος, καὶ Ἰουνίας τῆς πανσέμνου, ἐν ὕμνοις ἐγκωμίων οἱ φιλέορτοι, ἐνθεαστικῶς εὐφημήσωμεν. Οὗτοι γάρ, τοῦ Λόγου ἀροτῆρες γεγόνασι, καὶ τῶν ἐθνῶν πνευματικοὶ ἁλιεῖς ἀνεδείχθησαν. Τὴν τοῦ Υἱοῦ ὑπερφυᾶ σάρκωσιν, καὶ δι’ αὐτῆς τὴν τοῦ βροτείου γένους σωτηρίαν, μετὰ θείου ζήλου κηρύξαντες, πλήθη ἐσκοτισμένων, πρὸς τὴν εὐσέβειαν προσείλκυσαν. Ὧν ταῖς λιταῖς Κύριε σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλεόρτων ὁ σύλλογος, δεῦτε καὶ χορείαν συστήσωμεν, ἐν τῇ ἐνδόξῳ πανηγύρει τῶν θεοκηρύκων Ἀποστόλων, Ἀνδρονίκου καὶ Ἰουνίας, καὶ ἐνθεαστικῶς αὐτοῖς προσείπωμεν· χαίρετε, τῆς πρὸς Χριστὸν ἀγάπης τὰ ὑποδείγματα, καὶ τῆς ἀποστολικὴς διακονίας τὰ ἀκροθίνια· χαίρετε, τοῦ οὐρανοβάμονος Παύλου οἱ συγγενεῖς, καὶ οἱ ἐκλεκτοὶ αὐτοῦ συναιχμάλωτοι· χαίρετε, οἱ τῆς Ἐκκλησίας στῦλοι, καὶ τῆς ἄνω Σιὼν τὰ ἐγκαλλωπίσματα. Πρεσβεύσατε ἐκτενῶς δεόμεθα, ὑπὲρ τῶν τιμώντων τὰ ἱερὰ ὑμῶν μνημόσυνα.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν Ἀποστόλων δυάς, τοῦ Θεοῦ Λόγου ὑπηρέται πανέντιμοι, τῆς πίστεως ἀροτῆρες, τῆς Ἐκκλησίας κρουνοί, τῶν ἐθνῶν φωστῆρες παμφαέστατοι, τῆς πλάνης ἀντίπαλοι, καὶ δαιμόνων τὰ φόβητρα, τῆς ἀρετῆς δέ, τὰ πανεύφημα πρότυπα, οἱ θεόσοφοι, τῆς Τριάδος διδάσκαλοι, ὅθεν ὑμῶν ἐν ᾄσμασι, τὴν μνήμην δοξάζομεν, θεῖοι Ἀπόστολοι πάντες, καὶ τὰς ὑμῶν ἐξαιτούμεθα, λιτὰς πρὸς τὸν Λόγον, τοῦ δοθῆναι ἡμῖν χάριν καὶ μέγα ἔλεος.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Χαίροις, τῶν Ἀποστόλων δυάς, τοῦ θείου Παύλου συγγενεῖς συναιχμάλωτοι, τῆς πλάνης οἱ καθαιρέται, καὶ ἀληθείας μαζοί, τῶν ἐθνῶν φωστῆρες θεοδώρητοι, Ἀνδρόνικε ἔνδοξε, Ἰουνία πανσέβαστε, οἱ τῆς Τριάδος, θείαν πίστιν κηρύξαντες, καὶ τὴν ἔνθεον, πολιτείαν διδάξαντες, ὅθεν ὑμῶν κηρύττομεν, καὶ ὕμνοις γεραίρομεν, βίον Ἀπόστολοι θεῖον, καὶ πρὸς Θεὸν ἐξαιτούμεθα, ὑμων τὰς πρεσβείας, τοῦ δοθῆναι ἡμῖν πᾶσι τὸ μέγα ἔλεος.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις, θεοκηρύκων δυάς, τῶν Ἀποστόλων τὸ θεόσδοτον κλέϊσμα, οἱ στῦλοι τῆς εὐσεβείας, τῆς ἀληθείας πηγαί, τῶν πιστῶν διδάσκαλοι καὶ θέμεθλοι, κηρύκων οἱ πρόβολοι, τῶν δαιμόνων φρυάγματα, τῶν ἀρετῶν δέ, θεοδώρητα πρότυπα, καὶ τῆς πίστεως, πνευματέμφοροι κήρυκες, ὅθεν ὑμῖν ἐγκώμια, προσφέροντες ἔνδοξοι, θεῖε Ἀνδρόνικε μάκαρ, καὶ Ἰουνία πανσεβαστε, αἰτούμεθα πάντες, τὰς λιτὰς ὑμῶν πρὸς Λογον, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησίαν, τὴν τῶν σεπτῶν Ἀποστόλων, Ἀνδρονίκου καὶ Ἰουνίας, λαμπρὰν ἑορτὴν ἐπιτελοῦσα, εὐφροσύνως βοαᾷ πρὸς αὐτούς· χαίρετε, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, καὶ τῆς εὐαγγελικῆς ἀληθείας οἱ εὔηχοι σάλπιγγες· χαίρετε, τῶν Ἀποστόλων οἱ σύσκηνοι, καὶ του Παύλου οἱ συναιχμάλωτοι· χαίρετε, τῆς ἀληθείας οἱ θεόσταλτοι γεωργοί, καὶ τῆς πλάνης οἱ πανσθενεῖς καθαιρέται· χαίρετε, οἱ τοῦ οὐρανοῦ σαββατισταί, καὶ τῆς αἰωνίου ζωῆς οἱ μέτοχοι. Ἱκετεύσατε δεόμεθα θεῖοι Ἀπόστολοι τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων ἐν χαρᾷ τὴν θείαν ὑμῶν πανήγυριν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’

Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Τὸν Ἀνδρόνικον, σὺν Ἰουνίᾳ, ὕμνοις στέψωμεν, καὶ ἐγκωμίοις, Ἀποστόλους ἐθνῶν θεοκήρυκας. Συναιχμαλώτους τοῦ Παύλου καὶ καύχημα, καὶ συγγενεῖς τούτου λόγου ἐκφάντορας, θεῖα στόματα, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τοὺς θεοκήρυκας, καὶ Λόγου στόματα, τὴν Ἰουνίαν τε, καὶ τὸν Ἀνδρόνικον, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς, τιμήσωμεν θεοδέκτοις, οὗτοι γὰρ ἐκήρυξαν, τὸν Χριστὸν ἐν τοῖς ἔθνεσι, καὶ πιστοὺς ἐστήριξαν, ἐν ἁγίῳ φρονήματι, διὸ καὶ θεοφρόνως βοῶμεν· χαῖρε δυὰς τῶν Ἀποστόλων.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τοὺς κήρυκας Χριστοῦ, καὶ κλεινοὺς Ἀπόστολους, Ἀνδρόνικον ὁμοῦ, σὺν σεπτῇ Ἰουνίᾳ, τιμήσωμεν ἐν ᾄσμασιν, καὶ ᾠδαῖς μεγαλύνωμεν, τοὺς δοξάσαντας, τὸν Ἰησοῦν ἐν τοῖς ἔργοις, καὶ κηρύξαντας, τοῦ Θεανθρώπου τὴν πίστιν, ἐν πᾶσι τοῖς ἔθνεσιν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν χοροί, ὑπερκοσμίων στρατιῶν, καθορῶντες ἐν τῇ γῇ, τῶν Ἀποστόλων τὴν ζωήν, καὶ τοῦ κηρύγματος τούτων τὸ θεῖον ἔργον, πλοῦτον ἀμητοῦ διὰ Πνεύματος, πάλην θεϊκὴν πρὸς δυσσέβειαν, καὶ τῶν ἐθνῶν ἀλλοίωσιν τὴν θείαν, καὶ τῶν ειδώλων τὴν ἔκπτωσιν, διὸ τὸν Λόγον ὕμνοις τιμῶσι, σὺν χοροῖς τῶν Ἁγίων.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντιφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον Ἀποστολικόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀποστόλων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Δεῦτε πιστοί, τὴν τῶν ἐπισήμων Ἀποστόλων, Ἀνδρονίκου καὶ Ἰουνίας, πανσεβάσμιον ἑορτήν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτοι γὰρ τα ἔθνη εἰς Χριστὸν ἐζώγρησαν, καὶ τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, πολλοῖς πιστοῖς κατεκόσμησαν. Πάντα τὰ τῆς γῆς καταλιπόντες διὰ τὸ ἄκρον ἐφετόν, τὸν Θεάνθρωπον Χριστόν, τὰς οὐρανίους σκηνὰς κατέλαβον, συγχαίροντες αἰωνίως τοῖς ἐν οὐρανοῖς, Ἀποστόλοις καὶ πᾶσι τοῖς Ἁγίοις.

  10 Οκτωβρίου 2016 Αγίων Ευλαμπίου και Ευλαμπίας των αδελφών.giortazo.gr

Ὁ Κανὼν τῆς ἑορτῆς καὶ τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς: Αἶνον προσοίσω τῷ σοφῷ Ἀνδρονίκῳ. Ποίημα Ἰωσήφ.

READ  Γιατί ο Ευαγγελισμός της Θεοτόκου εορτάζεται στις 25 Μαρτίου;
ᾨδὴ α’ Ἦχος πλ. δ’ᾌσωμεν τῷ Κυρίῳ

Αἶνον Θεῷ προσάγει ἐν τῇ παναγίᾳ Μάκαρ μνήμη σου, ἡ σεπτὴ Ἐκκλησία, τοὺς ἀγῶνάς σου πίστει δοξάζουσα.

Ἰθυνας τοῦ νοός σου, πάσας τὰς κινήσεις ἱερώτατε, πρὸς Θεοῦ θελημάτων, ἀποπλήρωσιν χαίρων, Ἀνδρόνικε.

Νόσους ἀποκαθαίρειν, πνεύματα διώκειν πονηρότατα, ἐκ Θεοῦ θείαν χάριν, ἐκομίσω θεόφρον Ἀνδρόνικε.

Θεοτοκίον

Ὄμβρισὸν μοι Παρθένε, πάντων τῶν πταισμάτων ἀπολύτρωσιν, καὶ διόρθωσιν βίου, τῇ ἐν σοὶ μεσιτείᾳ καὶ χάριτι.

ᾨδὴ γ’Οὐκ ἔστιν Ἅγιος

Νεκρώσας τὰ μέλη σου ἀγωνίσμασι, τὴν ζωὴν κατηξίωσαι, τῶν ζώντων θεάσασθαι, ἐπὶ γῆς σαρκοφόρον, Χριστὸν τὸν Θεὸν ἡμῶν, Ἀνδρόνικε Ἀπόστολε.

Πυρίπνοος γέγονας θείου Πνεύματος, καθαρᾷ διανοίᾳ σου, τὴν θέρμην Ἀπόστολε, περιφέρων καὶ φλέγων, τῆς πλάνης τὴν ἄκανθαν, Ἀνδρόνικε πανεύφημε.

Ῥημάτων ὁ φθόγγος σου καὶ ἡ δύναμις, τῶν θαυμάτων ἐπέδραμε, τοῦ κόσμου τὰ πέρατα, μαθητὰ τοῦ Κυρίου, πιστοὺς ἐκδιδάσκουσα χάριν τὴν σωτήριον

 

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ

Θεοτοκίον

Οὐκ ἔστιν ἄχραντος πλήν σου Δέσποινα, καὶ οὐκ ἔστιν ἄμεμπτος πλήν σου πανάμωμε· τοῦ Θεοῦ γὰρ τῶν ὅλων, χωρίον μόνη ἐχρημάτισας.

Κάθισμα τῶν Ἀποστόλων Ἦχος δ’Ταχὺ προκατάλαβε

Ὁ θεῖος Ἀνδρόνικος, φωτοειδὴς πεφυκώς, καρδίας ἐφώτισε, θεογνωσίας φωτί, Κυρίῳ προσέρχεσθαι· ὅθεν καὶ μετὰ τέλος, ἀναβλύζει ἰάσεις, πίστει τοῖς προσιοῦσι, τῷ σεπτῷ αὐτοῦ οἴκῳ, καὶ πᾶσιν ἐξαιτεῖται πιστοῖς τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ’Ἐξ ὄρους κατασκίου

Σὲ ὡς συγγενῆ, ἀσπάζεται ὁ Παῦλος, ἔναντι πιστῶν, τοὺς θείους σου ἐπαίνους, ἀνακηρύττων Ἀνδρόνικε θεοῤῥῆμον, φωταγωγὲ τῶν εὐφημούντων σε.

Οἶκος γεγονώς, Τριάδος παναγίας, οἴκους καὶ βωμούς, κατέστρεψας τῆς πλάνης, καὶ ἐδομήσω Πανεύφημε ἐκκλησίας, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἴσχυσας Θεοῦ, τὸ σθένος περιφέρων, τὰ τοῦ δυνατοῦ, ἁρπάσαι σκεύη μάκαρ, καὶ ἐκτελέσαι τοῦ Πνεύματος τοῦ Ἁγίου, κατοικητήριον Ἀνδρόνικε.

Θεοτοκίον

Σὲ διὰ παντός, Παρθένε Θεοτόκε, πάντες οἱ πιστοί, συμφώνως ἀνυμνοῦμεν, ὡς ἀσφαλῆ καὶ ὑπέρμαχον προστασίαν, καὶ τῶν ψυχῶν ἡμῶν τὴν λύτρωσιν.

ᾨδὴ ε’Ὁ ἐκ νυκτὸς ἀγνοίας

Ὡς συγγενῆ σε Παύλου, καὶ πρὸ αὐτοῦ μαθητὴν χρηματίσαντα, σὺν αὐτῷ νῦν τιμῶμεν, πίστει συνελθόντες Ἀνδρόνικε.

Τοὺς φωταυγεῖς ἀστέρας, καὶ ἱεροὺς Ἀποστόλους τιμήσωμεν, Ἰουνίαν ἐνθέως, καὶ τὸν θεοφόρον Ἀνδρόνικον.

Ὡς ἐπισήμους ὄντως, ἐν Ἀποστόλοις ὑμᾶς ὁ μακάριος, Παῦλος ἀνακηρύττει, ἐν τῇ Ἐκκλησίᾳ μακάριοι.

Θεοτοκίον

Σὲ παναγία Κόρη, τῶν Προφητῶν ὁ χορὸς προεχάραξεν, ἱεροῖς ἐν συμβόλοις, ἔσεσθαι Κυρίου λοχεύτριαν.

ᾨδὴ ς’Χιτῶνά μοι παράσχου

Ὁ οἶκός σου ἰάσεων πηγάς, τοῖς πόθῳ προστρέχουσι, πηγάζει Ἀπόστολε, ἀποπλύνων ψυχικὰ ἀῤῥωστήματα.

Φθαρεῖσαν ἀθεΐᾳ τὴν πληθύν, ἐθνῶν ἀνεκαίνισας, νοστίμοις σου δόγμασι, τοῦ ἀφθάρτου Ἰησοῦ φίλε γνήσιε.

Ὡς ἥλιος ἐπέδραμες τὴν γῆν, Ἀνδρόνικε πάνσοφε, τρισήλιον ἄκτιστον, καταγγέλλων τοῖς πιστοῖς φῶς Θεότητος.

Θεοτοκίον

Αἱ θεῖαι τοῦ Δεσπότου ἐπὶ σοί, πορεῖαι ἐγνώσθησαν, τοῦ σάρκα πτωχεύσαντος, καὶ πλουτίσαντος πιστοὺς Ἀπειρόγαμε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὐπερμάχῳ.

Τῶν Ἀποστόλων βιοτὴν ἐπευφήσωμεν, των φιλεόρτων οἱ χοροὶ καὶ ἀνυμνήσωμεν, ἐν ἐνθέοις ἐγκωμίοις ἀναφωνοῦντες· ὡς τῆς πίστεως διδάσκαλοι καὶ πρόβολοι, ταῖς λιταῖς πρὸς Λόγον πάντας ἡμᾶς σώσατε, ἵνα κράζωμεν· Χαίρετε θεοκήρυκες.

Οἶκος.

Τοὺς τῆς Τριάδος Ἀποστόλους, καὶ ἐκφάντορας τῆς ἀληθείας ἐν τοῖς ἔθνεσι, τὸν κλεινὸν Ἀνδρόνικον καὶ τὴν σεπτὴν Ἰουνίαν, τοὺς τοῦ ουρανοβάμονος Παύλου συναιχμαλώτους καὶ συγγενεῖς, θεοδέκτοις ἐγκωμίοις, οἱ τιμωντες εὐφροσύνως αὐτῶν τὴν πανσεβάσμιον μνήμην, ἀνυμνοῦμεν. Οὗτοι γὰρ ἀπαρνηθέντες τῶν ἐπικήρων τὴν ἀπόλαυσιν, καὶ τὸν ἀποστολικὸν σταυρὸν ἀποδεχθέντες καὶ τοῖς ὤμοις ἀναλαβόντες, ὡς ψυχῶν ἁλιεῖς, ἐζώγρησαν τὰ ἔθνη, καὶ εἰς θεογνωσίαν ταῦτα ὡδήγησαν, ὅθεν ἡμεῖς ἀγαλλομένῃ καρδίᾳ κράζωμεν αὐτοῖς· Χαίρετε θεοκήρυκες.

 

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.

Ἔθνη διδάξας Ἀνδρόνικος μυρία,

Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.

Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ,

Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,

Ἑβδομάτῃ δεκάτῃ θάν’ Ἰουνίη Ἀνδρόνικός τε.

Οὗτος ὁ τοῦ Κυρίου Ἀπόστολος, πᾶσαν τὴν οικουμένην ὡς ὑπόπτερός τις διαδραμών, πᾶσαν πλάνην ἐκ βάθρων ἀνέσπασε, τον Χριστον κηρύττων, συνεπομένην ἔχων καὶ τὴν ὑπερθαύμαστον Ιουνίαν, τῷ κόσμῳ ἤδη νεκρωθεῖσαν, καὶ Χριστῷ μόνῳ ζῶσαν. Ὅθεν πολλοὺς πρὸς θεογνωσίας ελκύσαντες, εἰδωλικοὺς μὲν οἴκους κατέστρεφον, ἐκκλησίας δὲ θείας πανταχοῦ οἰκοδομήσαντες, και πνεύματα ἀκαθαρτα ἐξ ἀνθρώπων ἀποδιώξαντες, καὶ πάθη ανίατα θεραπεύσαντες, τὸ κοινὸν χρέος ὡς ἄνθρωποι ὄντες, τῇ φύσει ἀποτιννύασιν. Τούτων καὶ ὁ μέγας Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μέμνηται: Ἀσπάσασθε, λέγων, Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου, οἳ και πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμήρ, καὶ Παμφυλών.

Φυγὼν Σολόχων τοῦ σατανᾶ τοὺς λόχους,
ἄτρωτος ἤκει πρὸς τὸν ὕψιστον Λόγον.

Οὗτοι στρατιώτες εἰσι, ἐξ Αιγύπτου, ἐν ἔτει 289, ἡρνήθησαν ὅπως θυσιάσουν στὰ εἴδωλα, κηρύττοντες ἑαυτοὺς χριστιανούς. Ὅθεν διὰ τοῦτο, τόσον πολλὰ ἐδάρησαν καὶ ἐτιμωρήθησαν οἱ ἀοίδιμοι, ὥστε ἐπρίσθησαν αἱ πλάται των, καὶ τὸ πρίσμα ἐφούσκωσε καὶ ἀνέβη ἄνω τῆς κεφαλῆς των. Ὅθεν ἐν τῷ μεταξὺ τοῦ δαρμοῦ αὐτοῦ, παρέδωκαν τὰς ψυχάς των ὁ Παμφαμήρ, καὶ ὁ Παμφυλών, ὁ δὲ Ἅγιος Σολοχών, ὀλίγον ἐνδυναμωθείς, ἐπεκαλείτο παῤῥησίᾳ τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ ἐκατηγόρει τὸν ἀρχιστράτηγον Καμπανόν, διὰ τὴν ἀγνωσία του.

Ἐκ τοῦτου λοιπόν, ὁ Καμπανὸς θυμωθείς, ἐπρόσταξε νὰ ἀνοίξωσι μὲ τὴν σπάθην τὸ στόμα τοῦ Μάρτυρος καὶ χύσωσιν ἐντὸς αὐτου κρασίον τὸ ὁποῖον εἶχε προσφερθῇ ὡς θυσία εἰς τοὺς Θεούς, ὁ δὲ Ἅγιος ἐδάγκασε μὲ τοὺς ὁδόντας του τὴν σπάθην καὶ ἔκοψε μέρος ἀπὸ αὐτό. Κόψας δὲ καὶ τὰ δεσμὰ τὰ ὁποῖα ἐφόρει, ἐστάθη ἔμπροσθεν τοῦ Καμπανοῦ, μεγαλύνων τὴν Θεότητα τοῦ Θεοῦ.

Τότε ἤκουσε καὶ μίαν φωνήν, ἐλθοῦσαν ἐξ οὐρανοῦ, ἡ ὁποία παρεκίνει καὶ ἐδυνάμωνεν αὐτὸν εἰς τὸ μαρτύριον.

Μετὰ ταῦτα, ἐσκόρπισαν κεραμίδια τραχέα εἰς τὸν τόπον τοῦ σταδίου, και ἔπειτα δέσαντες τὸν Ἅγιον ἀπὸ τοὺς πόδας, ἔσυραν αὐτὸν ἐπάνω εἰς τὰ τραχέα ἐκεῖνα καὶ σκληρὰ κεραμίδια, ἀπὸ τὰ ὁποῖα κατατριβόμεναι αἱ πληγαὶ τοῦ Ἁγίου, ἐπροξένουν εἰς αὐτὸν δριμυτάτους πόνους. Ὕστερον τὸν ἔδεσαν ἀπὸ τὴν δεξιὰν χεῖρα καὶ ἐκρέμασαν αὐτὸν  ἀπὸ μίαν δοκὸν τῆς οἰκίας, ἀπὸ δὲ τὸν ἀριστερόν του πόδα ἐκρέμασαν μίαν βαρεῖαν πέτραν, βασανιζόμενος ἀπὸ τὴν ἕκτην ὥραν ἕως τὴν δεκάτην. Ὕστερον δὲ ἔκοψαν τὸ σχοινίον μὲ δρέπανον καὶ πεσὼν ὁ Ἅγιος κάτω, εστάθη ὄρθιος εἰς τους πόδα του.

  Η Μεγαλομάρτυς Αγία Κυριακή

Ὅτε δὲ ἐνύκτωσεν, ὁ Καμπανός, λαβὼν ἕν καλάμιον μὲ τὸν ὁποῖον ἔγραφεν, ἐνέπηξεν αὐτὸ εἰς τὸ ὠτίο τοῦ Ἁγίου, καὶ σπρώξας με βίαν, διεπέρασεν αυτὸ ἕως εἰς τὸ ἐνδότερον μέρος τῆς κεφαλῆς του. Ἐγκαταλείψας ἐκεῖ τὸν Ἅγιον, οἱ παρευρεθέντες χριστιανοί, πῆραν τὸν Ἅγιον πάνω εἰς τὸ ξυλοκρέββατον, ἐπειδὴ παρελύθησαν ὅλα τὰ μέλη του καὶ οὕτως ἦλθεν εἰς τὴν οἰκίαν μίας χήρας. Ἐκεὶ ὁ Ἅγιος φαγὼν ὀλίγον ψωμίον εὐχήθη τοὺς παρεστῶτας χριστιανούς, και ἔπειτα παρέδωσε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ.

READ  Μνήμη του Οσίου Δομετίου του Πέρσου – 07 Αυγούστου

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Νεκταρίου καὶ Θεοφάνους τῶν αὐταδέλφων τῶν κτιτόρων τῆς Ἱερᾶς Μονῆς τοῦ Βαρλαὰμ τῶν Μετεώρων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.

Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη
Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐκ Κώμης Μετσόβου καὶ ἐν Τρίκκῃ μαρτυρήσαντος.

Δεῦρο δροσίσω νῦν σὲ τὸν πεφλεγμένον,
ἐμοῦ χάριν κέκραγε Χριστός σοι μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, πρεσβυτέρου τῆς Ἀντιόχειας, μαρτυρήσαντος κατὰ τοὺς χρόνους τοῦ Ἰουλιανοῦ τοῦ Παραβάτου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁλώσεως καὶ πυρπολήσεως τῆς Ἱερουσαλὴμ ἐκ τῶν Περσῶν ἐν ἔτει 614 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγιου Νεομάρτυρος Νικολάου τοῦ Βούλγαρου, τοῦ μαρτυρήσαντος ἐν ἔτει 1555 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ Μυροβλύτου, ἐπισκόπου Σολέας τῆς Κύπρου.

 

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ

Θεόφανες μάκαρ ποθῶν σὸν Νυμφίον,

Του κόσμου κατέλιπες κενὴν τὴν δόξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλεαζάρου τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὀσίου Ἰωνᾶ τῆς Ὀδησσοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαϊδούλφου τοῦ Ἄγγλου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’Ὁ ἐν ἀρχῇ τὴν γῆν

Νόσους δεινὰς καὶ πάσας μαλακίας, ἐκ τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων, ἀποδιώκεις τῶν προστρεχόντων, ἐν τῷ οἴκῳ σου σοφὲ Μαθητὰ τοῦ Χριστοῦ.

Δαιμονικὰς ἐφόδους ἀπελαύνων, πάθη δεινὰ καθαίρεις τῶν ἀνθρώπων, ἐν συμπαθείᾳ Χριστοῦ αὐτόπτα· διὰ τοῦτό σε πιστῶς μακαρίζομεν.

Ῥητορικὴν Σοφὲ ἀδολεσχίαν, καταβαλὼν ἁπλότητι δογμάτων, Θεὸν κηρύττεις σαρκὸς ἐν εἴδει, ὁμιλήσαντα βροτοῖς ἀγαθότητι.

Θεοτοκίον

Ὁ ἐν γαστρὶ τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η’Τον ἐν ὄρει ἁγίῳ

Νεμομένην κακίας σηπεδόνα, τῶν ἀνθρώπων Ἀνδρόνικε καρδίας, ἅλατι θείῳ ἔστησας δογμάτων σου, καὶ τῷ κενωθέντι, Λόγῳ σῳζομένας, παρέστησας τρισμάκαρ.

Ἱερεύς τε καὶ θύτης καὶ θυσία, τῷ τυθέντι δι’ οἶκτον ἐγνωρίσθης, καὶ πρὸς αὐτὸν ἀνέδραμες Ἀνδρόνικε, στέφος ἀφθαρσίας, καὶ δικαιοσύνης, πρὸς τούτου δεδεγμένος.

Κήρυξ θεῖος Ἀπόστολος θεόπτης, καθαιρέτης ξοάνων ἀπωλείας, καὶ πλουτιστὴς ἀπόρων ὤφθης ἔνδοξε, καὶ Σιὼν τῆς ἄνω, μέγιστος οἰκήτωρ, Ἀνδρόνικε θεόφρον.

Θεοτοκίον

Ὡς λαβίδι χερσὶν ἄνθρακα φέρεις, δρόσον θεῖον πηγάζοντα Παρθένε, τοῖς τῷ φλογμῷ τῆς πλάνης κινδυνεύουσι, φλέγοντα δὲ πάθη, τῶν ὑμνολογούντων, αὐτοῦ τήν βασιλείαν.

ᾨδὴ θ’Τὸν προδηλωθέντα

Ἵνα τῆς ἐκεῖθεν ζωῆς ὀφθῇς κληρονόμος, τοὺς νενεκρωμένους τὸ πρίν, δαιμόνων ἐπηρείαις, ἀνεζώωσας ζωηφόρῳ σου λόγῳ, ἀξιομακάριστε Ἀνδρόνικε.

Ὡς τῆς ἀληθοὺς γεγονὼς ἀμπέλου παμμάκαρ, κλῆμα εὐφορώτατον, οἶνον ἀθανασίας, ἐναπέσταξας, καὶ ἀνθρώπων καρδίας, εὔφρανας πανεύφημε Ἀνδρόνικε.

Σὲ τὸν ἀστραπαῖς φλέξαντα δογμάτων τὴν ὕλην, τῆς πολυθεΐας σαφῶς, καὶ φῶς θεογνωσίας, καταλάμψαντα τοῖς ἐν σκότει τοῦ βίου, πάντες μακαρίζομεν Ἀπόστολε.

Ἡ ἱερωτάτη σου μνήμη ἐφαπλουμένη, εἰς τὰ πέρατα σήμερον, φωτίζει τὰς καρδίας, τῶν ἐν ταύτῃ σε ἱερῶς ἀνυμνούντων, ἀξιομακάριστε Ἀνδρόνικε.

Θεοτοκίον

Φωτισμὸν ἡμῖν αἴτησαι ἡ τὸ φῶς τεκοῦσα, καὶ ἁμαρτιῶν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν, τοῖς εἰδόσι σε ἀληθῆ Θεοτόκον, ἄχραντε Παρθένε παναμώμητε.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Ἀνδρόνικον τιμήσωμεν, Ἀπόστολον τῆς χάριτος, σὺν Ἰουνίᾳ τῇ θείᾳ, ἐθνῶν τοὺς θεοκήρυκας, πρότυπα τοῦ κηρύγματος, καὶ τῆς ζωῆς τοῦ Πνεύματος, Παύλου συναιχμαλώτους τε, καὶ συγγενεῖς ἐν τῷ ἔργῳ, τῆς σωτηρίας τοῦ κόσμου.

Καὶ τῆς ἑορτῆς.

Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε τὸν Ἀνδρόνικον, καὶ Ἰουνίαν ἐν ὕμνοις, καὶ ᾠδαῖς τιμήσωμεν, τὰ σεπτὰ κειμήλια τοῦ κηρύγματος, τοῦ Χριστοῦ στόματα, τῆς θυσίας τύπους, τῶν ἐθνῶν τοὺς θεοκήρυκας, πιστῶν τὰ πρότυπα, καὶ τῆς δυσσεβείας τὰ φόβητρα, τῆς πίστεως ἐρείσματα, καὶ τῆς ἀρετῆς ὑποδείγματα, πάντων τῶν ἐν πλάνῃ, κρουνοὺς τῆς ἀληθείας θαυμαστούς, τῆς Ἐκκλησίας κλεΐσματα, και Τριάδος κήρυκας. (Δίς)

Πάντες τὸν Ἀνδρόνικον, καὶ Ἰουνίαν ἐν λόγοις, ἐγκωμίων στέψωμεν, καὶ ἐν ὕμνοις ᾄσωμεν ὦ φιλέορτοι, ἐν χαρᾷ ἤνεγκαν, τὸν σταυρὸν ἐπ’ ὤμων, Ἀποστόλων ἐν τοῖς ἔθνεσι, προσκαίρων ἄρνησιν, καὶ τῶν ἐπιγείων ὑπέρβασιν, ἐν Πνεύματι ἐζώγρησαν, ἔθνη ἐκ τῆς πλάνης του δράκοντος, ὅθεν ἐπαξίως, ἠξίωσεν αὐτοὺς ὁ Ἰησοῦς, τῆς ἐνεργείας τοῦ Πνεύματος, καὶ ζωῆς τῆς κρείττονος.

Λόγοις τὸν Ἀνδρόνικον, καὶ Ἰουνίαν τιμῶμεν, ὡς Χριστοῦ ἀντίτυπα, Ἀποστόλων ἔνθεα καλλωπίσματα, τῶν πιστῶν πρότυπα, μαθητῶν τοὺς μύστα, Ἐκκλησίας τὰ θεμέλια, τοῦ Λόγου κήρυκας, καὶ τῶν ἀρετων ἀκροθίνια, ἐθνῶν το καταφύγιον, καὶ των ἀσεβούντων τὰ φόβητρα, ὅθεν ἐπαξίως, εἰσῆλθον εἰς παστάδα οὐρανοῦ, καὶ αἰωνίως ἀγάλλονται, ὡς Χριστοῦ Ἀπόστολοι.

 

ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΙΟΥΝΙΑ ΑΚΟΛΟΥΘΙΑ

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε φιλεόρτων ὁ σύλλογος, τὴν τῶν πανενδόξων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας, μνήμην εὐφήμως πανηγυρίσωμεν. Οὗτοι γάρ, τὰ ἐπίκηρα καταλιπόντες, καὶ τὴν τῶν κηρύκων τοῦ Εὐαγγελίου διακονίαν ζηλώσαντες, τοῖς ἐν σκότει καθημένοις τὸν Λυτρωτὴν Χριστὸν θεοπρεπῶς ἐκήρυξαν, ὅθεν ἐν τῇ σαγήνῃ τοῦ λόγου πλῆθος πνευματικῶν ἰχθύων συλλαβόντες, ἐν ταῖς οὐρανίαις δέλτοις κατέγραψαν, ἡμεῖς δὲ τοὺς τῶν Ἀποστόλων πόνους καὶ ἐν τῇ τοῦ Εὐαγγελίου διακονίᾳ τιμῶντες, αὐτοῖς βοήσωμεν· πρεσβεύετε ἐκτενῶς τῷ Κυρίω θεῖοι Ἀπόστολοι ὑπὲρ τῶν εὐλαβῶς τελούντων ὑμῶν τὰ μνημόσυνα.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.

Χαίρετε Ἀπόστολοι τοῦ Χριστοῦ, Ἀνδρόνικε θεῖε, Ἰουνία ἡ θαυμαστή, στόματα τοῦ Λόγου, ἐθνῶν οἱ ἀροτῆρες, καὶ συγγενεῖς τοῦ Παύλου καὶ συναιχμάλωτοι.

Χαίρετε Ἀπόστολοι τῶν ἐθνῶν, πιστῶν οἱ προστάται, καὶ πολέμιοι ἀσεβῶν, οἱ τῆς Ἐκκλησίας, κρουνοὶ τοῦ θείου λόγου, Τριάδος τῆς ἁγίας στόματα πάγχρυσα.

 

akolouthiesorthodox.blogspot.com

Αφήστε μια απάντηση