Παράκληση εις την Οσία Αμαλία

Παράκληση εις την Οσία Αμαλία

Παράκληση εις την Οσία Αμαλία

 

Παρακλητικός Κανών εις την Οσία και Θεοφόρον Μητέρα ημών Αμαλία των Βρυξελλών

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

 

†Εορτάζει στις 10 Ιουλίου

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν.

Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ.

Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Παράκληση εις την Οσία Αμαλία

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

καί τά ἐξῇς Τροπάρια·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁσιωτάτη Ἀμαλία, ταμεῖον τῶν ἀρετῶν καὶ εὐποιΐας τῶν ἔργων, Κυρίῳ εὐηρέστησας ἀσκήσει στεῤῥᾷ καὶ λαὸν Χριστώνυμον Βρυξελλῶν θεαρέστοις ἐλεημοσύναις σου· ὅθεν πάντες τιμῶντες τοὺς σοὺς ἀγῶνας θείας σου λιτὰς πρὸς τὸν Σωτῆρα Χριστὸν ἐξαιτούμεθα.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

 

Ὁ Ν΄ (50) Ψαλμός.

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι

Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

 

καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς· Ἀμαλίας παράκλησις, Βρυξελλῶν Ὁσίας. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀμάρυγμα πάμφωτον ἀρετῶν, σεπτὴ Ἀμαλία, ἐγκαλλώπισμα Βρυξελλῶν, θεόθεν εὐλόγει σοὺς ἱκέτας καὶ περιφρούρει τοὺς σοὶ καταφεύγοντας.

Μανίας συντήρει τοῦ πονηροῦ ἡμᾶς ἀνωτέρους τοὺς τιμῶντας σὴν ἀγωγήν, κλεινὴ Ἀμαλία, ἐλεῆμον, πρὸς ἀρετῆς ἐν Χριστῷ ὁλοκλήρωσιν.

Ἀσκήτρια ἔνδοξε Βρυξελλῶν, πιστούς, Ἀμαλία, περιφρούρει διηνεκῶς προσφεύγοντας χάριτί σου θείᾳ καὶ ἀγωγὴν ἀνυμνοῦντάς σου ἄμεμπτον.

 

Παράκληση εις την Οσία Αμαλία

Θεοτοκίον.

Λαμπὰς παρθενίας, Μῆτερ Θεοῦ, Κεχαριτωμένη, Ἀμαλίας θερμαῖς λιταῖς, συνέσεως ἄναψον τὴν φλόγα τῆ σὲ ὑμνούσῃ ἀπαύστως νεότητι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἱλασμόν, Ἀμαλία, τὸν Λυτρωτὴν Κύριον καὶ Σωτῆρα πάντων ἐξαίτει τοῖς ἀνυμνοῦσί σε ὡς συμπαθείας πολλῆς πρὸς πάντας ἐμπεριστάτους ἔμψυχον ἐκτύπωμα, πάνυ ἀσκήτρια.

Ἀμαλία Ὁσία, τῶν Βρυξελλῶν σέμνωμα καὶ Χριστοῦ πυξὶς Ἐκκλησίας, σοῦ τὸν οὐράνιον Νυμφίον διηνεκῶς μὴ παύσῃ ἐκδυσωποῦσα πέμψαι ἄμφω δυναμιν τοῖς εὐφημοῦσί σε.

Στηριγμὸς ἀδυνάτων, ἀσκητριῶν σέμνωμα, Ἀμαλία, σθένος καμνόντων ῥῶσις καὶ δύναμις τῶν τρυχομένων δεινῶς καὶ ἀσθενούντων ἀκέστωρ ὤφθης, θεοστήρικτε, κόσμου βοήθεια.

 

Θεοτοκίον.

Παναγία Παρθένε, δεῖξον ἡμῖν, ἄχραντε, μετανοίας δρόμους τοῖς πίστει ἀνευφημοῦσί σε, ὡς παρθενίας φανὸν καὶ τηλαυγῆ τῆς ἁγνείας φάρον, παντευλόγητε Θεογεννήτρια.

Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀμαλία, τοὺς ἐν πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον καὶ πόθῳ προσφεύγοντας σαῖς πρεσβείαις.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαις ταῖς σαῖς προσφεύγομεν ἑκάστοτε πιστῶν οἱ χοροὶ ἐν βίου περιστάσεσιν, Ἀμαλία πάνσεμνε, Βρυξελλῶν τιμαλφὲς σεμνολόγημα καὶ τῶν Ἁγίων τέκνων σου πυξὶς πρὸς θέωσιν, μῆτερ ἀξιάγαστε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμαλία πανεύφημε, μήτηρ ἡ καλλίπαις ἁγίων τέκνων σου, τὴν νεότητα κατεύθυνον πρὸς τὴν σωφροσύνην καὶ ἁγνότητα.

Ῥῦσαι πάντας στενώσεων, Ἀμαλία μῆτερ, καὶ βλάβης ὄφεως τοὺς προστρέχοντας τῇ σκέπῃ σου καὶ ἐπιζητοῦντας τὰς πρεσβείας σου.

Ἀπολαύειν ἀξίωσον, Ἀμαλία, πάντας τοὺς εὐφημοῦντάς σε οὐρανῶν χαρᾶς, ἀσκήτρια, ἧς ἐπαπολαύεις, θεοτίμητε.

 

Θεοτοκίον.

Καταπράϋνον δούλων σου τῆς σαρκὸς κινήσεις, Θεογεννήτρια, Ἀμαλίας παρακλήσεσι, τῶν μακαριζόντων σε ἀείποτε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Λάμψον μοι τὸ φῶς, Ἀμαλία, τὸ σωτήριον, ἡ ἐκλάμψασα ἐν βίῳ ἀρεταῖς, εὐποιΐας ἔργοις, μῆτερ, καὶ σεμνότητι.

Ἤσκησας καλῶς ἐν Βρυξέλλαις καὶ ἀπείληφας, Ἀμαλία, χάριν ἄφθονον ἡμᾶς ἐποπτεύειν οὐρανόθεν τοὺς τιμῶντάς σε.

Σκέδασον ἡμῶν τῆς χαμαιζηλίας ζόφωσιν ταῖς ἀκτῖσιν, Ἀμαλία, σῶν εὐχῶν πρὸς Νυμφίον σου, Χριστόν, τὸν ἐπουράνιον.

 

Θεοτοκίον.

Ἴθυνον ἡμᾶς πρὸς σκηνὰς τοῦ πόλου, Δέσποινα, καὶ ἀγήρω εὐφροσύνην, ἀγαθή, Ἀμαλίας παρακλήσεσι, Μητρόθεε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Σὲ μέλποντες τῆς Βραβάνδης βλάστημα καὶ αὐτάδελφον Ἁγίου Πιπίνου, ἐν πειρασμοῖς καὶ δεινοῖς, Ἀμαλία, σῇ πρὸς Θεον παῤῥησίᾳ προσφεύγομεν τὸν κατοικτίροντα βροτοὺς καὶ ταχὺ ἐλεοῦντα σοὺς πρόσφυγας.

Βοήθειαν σὴν ἀπεκδεχόμενοι ἐν ἀνάγκαις, Ἀμαλία, τοῦ βίου σὲ μελῳδοῦμεν ὡς ῥίζαν τιμίαν Ἐμβέρτον θεῖον, Γουδούλην βλαστήσασαν καὶ Ῥαϊνέλδαν τὴν στεῤῥὰν σὺν σεμνῇ Φαραΐλδᾳ, ἀσκήτρια.

Ῥωννύμενοι πάντες παρακλήσεσι ταῖς ἐνθέρμοις, Ἀμαλία Ὁσία, πρὸς τὸν Χριστόν, Ὃν ἠγάπας ἐκ βάθους τῆς σῆς καρδίας, ὑμνοῦμεν σὴν ἄσκησιν καὶ σοὺς ἀγῶνας ἀρετῆς πρὸς τελείωσιν, μῆτερ, καὶ θέωσιν.

 

Παράκληση εις την Οσία Αμαλία

Θεοτοκίον.

Ὑπέραγνε Θεοτόκε, Δέσποινα, Ἀμαλίας τῆς Ὁσίας πρεσβείαις ῥῦσαι ἡμᾶς συμφορῶν κατωδύνων καὶ ἀνσγκῶν ἀνυποιστων καὶ θλίψεων τοὺς μεγαλύνοντας λαμπρῶς τὴν πληθὺν θαυμασίων σου, ἄχραντε.

Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀμαλία, τοὺς ἐν πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον καὶ πόθῳ προσφεύγοντας σαῖς πρεσβείαις.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Tῶν Βρυξελλῶν θεοφόρον ἀσκήτριαν, ἐπιφανῆ καὶ σεμνὴν εὐφημήσωμεν, θεοειδῆ Ἀμαλίαν, ὡς πρόβολον τῆς ἐν Χριστῷ ἰσαγγέλου βιώσεως αὐτῆς εὐχὰς διαθέρμους αἰτούμενοι.

Προκείμενον.
Ἦχος δ΄. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

 

Εὐαγγέλιον· κατὰ Μάρκον (Κεφ. η΄ 34- θ΄ 1).

Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχ. Ἐλέησόν με, ὁ Θεός.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μῆτερ εὐσυμπάθητε, περιφανὲς Ἀμαλία, ἡ τετράδα τέκνων σου τῶν Ἁγίων πίστεως ὁμηγύρεσι συναριθμήσασα καὶ ἀξιωθεῖσα σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι ἐν τοῖς σκηνώμασι πόλου τοῖς παμφώτοις, ἱκέτευε Χριστὸν τὸν πανοικτίρμονα δοῦναι ἄμφω σθένος καὶ δύναμιν τοῖς ἐν εὐλαβείᾳ τιμῶσί σου ἀγῶνας τοὺς σεπτοὺς πρὸς ἀρετῆς ὁλοκλήρωσιν, θεαυγὲς ἀσκήτρια.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξύλου ἐπαπολαύεις οὐρανῶν, Ἀμαλία, σεμνὴ ἀσκήτρια τῶν Βρυξελλῶν ὡς βίου ἀμέμπτου ἐκμαγεῖον καὶ πρεσβεύεις τῷ Κτίσαντι ὑπὲρ ἡμῶν τῶν πιστῶς σὲ ἀνυμνολογούντων.

Εὐσυμπάθητε μῆτερ, Ἀμαλία, τετράδα Ἁγίων τέκνων ὡς δῶρον τῷ Κυρίῳ Χριστῷ προσενεγκοῦσα, σὴν ἐξ ὕψους ἀντίληψιν πέμψον ἡμῖν εὐλαβῶς τιμῶσί σου τὴν μνήμην.

Λεύκανόν μου καρδίας τὴν στολήν, Ἀμαλία, εὐχῶν σου νάμασι πρὸς τὸν Χριστόν, ἀσκήσει συντόνῳ ἐν Βρυξέλλαις ἡ ψυχῆς σου λεύκανασα ὥσπερ χιόνα στολήν, ἡγιασμένη μῆτερ.

Θεοτοκίον.
Λυπηρῶν μου ὁμίχλην καὶ ἀχλὺν ἀκηδίας ταχέως δίωξον φωτὶ τῶν πρεσβειῶν σου πρὸς τὸν μονογενῆ του Τόκον, Θεογεννήτρια, τὸν Φωτοδότην Χριστόν, Παρθένε Παναγία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς θείας δόξης ἐν οὐρανοῖς, Ἀμαλία, ἀπολαύουσα πέμψον σὴν χάριν τοῖς πιστῶς τελοῦσι σὴν σεβασμίαν μνήμην.

Νῦν, Ἀμαλία, ὑμνολογοῦντες σοὺς πόνους ἀρετῆς πρὸς τελείωσιν πόθῳ σὰς ἐπιζητοῦμεν θεοπειθεῖς πρεσβείας.

Ὁσία μῆτερ, τῶν Βρυξελλῶν Ἀμαλία ἐγκαλλώπισμα, ῥύου κινδύνων καὶ ἐχθροῦ παγίδων τοὺς σὲ ἀνευφημοῦντας.

 

Παράκληση εις την Οσία Αμαλία

Θεοτοκίον.
Σπεύδομεν πάντες σῇ ἀῤῥαγεῖ προστασίᾳ ἐν τοῖς κλύδωσι βίου, Παρθένε, Κεχαριτωμένη, πιστῶν παραμυθία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκέτας σου συντήρει ἀσινεῖς παγίδων τοῦ βδελυροῦ, Ἀμαλία, ἀλάστορος καὶ πειρασμῶν ἀπειράστους, σῶφρον ἀσκήτρια.

Ἀπαύστως, Ἀμαλία, πρέσβευε θεόθεν ὑπὲρ ἡμῶν ἐκτελούντων ἐν ᾄσμασι σὴν σεβασμίαν καὶ θείαν μνήμην, πανεύφημε.

Στηρίζουσα μὴ παύσῃ πάντας, Ἀμαλία, τῇ βακτηρίᾳ εὐχῶν σου πρὸς Κύριον τοὺς κλονουμένους ἐν βίῳ, Ὁσία πάνσεμνε.

Θεοτοκίον.
Χριστοῦ Ἁγία Μῆτερ, Κεχαριτωμένη, τῆς Ἀμαλίας ἐνθερμοις δεήσεσι πέμψον ἡμῖν τὴν σὴν χάριν ἀφθόνως, Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ἡ κοσμήτωρ τῶν Βρυξελλῶν, σῶφρον Ἀμαλία, ὁσιότητος λαμπηδών, χαίροις, ἡ καλλίπαις τῶν σῶν τεκνίων μῆτερ, Ἁγίων συγχαιρόντων δήμοις ἀείποτε.

Χαίροις, Ἀμαλία θεοειδές, μῆτερ τῶν Ἁγίων, τοῦ Ἐμβέρτου τοῦ εὐκλεοῦς, Ῥαϊνέλδας θείας, Ὁσίας Φαραΐλδας καὶ εὐλαβοῦς Γουδούλης, πίστεως καύχημα.

 

Παράκληση εις την Οσία Αμαλία

Χαίροις, τῆς Βραβάνδης σεπτὸς βλαστός, χαίροις, Ἀμαλια, ἐγκαλλώπισμα Βρυξελλῶν, χαίροις τοῦ Ἁγίου αὐτάδελφος Πιπίνου καὶ τέκνων σου τετράδος μήτηρ φιλόστοργος.

Χαίροις, Ἀμαλία πανευλαβές, τῶν ἐλεημόνων ἀγαλλίαμα γυναικῶν, χαίροις, συμπαθείας πρὸς πάσχοντας ἀκρότης, Ὁσίων κοσμιότης, μῆτερ, καὶ σέμνωμα.

Ῥύου, Ἀμαλία, παντοδαπῶν θλίψεων, κινδύνων, πειρασμῶν τε καὶ συμφορῶν τοὺς ἐπιτελοῦντας σὴν σεβασμίαν μνήμην, τῶν Βρυξελλῶν Ὁσία, μῆτερ χριστόφιλε.

Στέφος ἀμαράντινον ἐκ Θεοῦ τῶν χειρῶν ἀξίως ὡς Ὁσίων ὑπογραμμὸς ἔλαβες καὶ δήμοις Ἀγγέλων, Ἀμαλία, συγχαίρεις εἰς αἰῶνας, χάριτος ἔκτυπον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

 

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

 

Παράκληση εις την Οσία Αμαλία

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μῆτερ Ἀμαλία θεαυγές, σκεῦος ἀρετῆς καὶ σοφίας, κοσμῆτορ τῶν Βρυξελλῶν, ἡ σεπτῶς ἀσκήσασα καὶ τῷ Παντάνακτι Κτίστῃ εὐαρεσήσασα συντόνοις καμάτοις, ἐκτενῶς μνημόνευε τῶν δεομένων σου πόθῳ καὶ τιμώντων ἐκθύμως μνήμην σου τὴν θείαν, Ὁσίων Βρυξελλῶν ἀσύλητον θησαύρισμα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

 

www.proseyxi.com

Αφήστε μια απάντηση