Μεγαλυνάρια Παναγίας Φανερωμένης

Μεγαλυνάρια Παναγίας ΦανερωμένηςΜεγαλυνάρια Παναγίας Φανερωμένης

Τῆς Φανερωμένης πανευλαβῶς, Εἰκόνα τὴν θείαν, ἀσπασώμεθα οἱ πιστοί˙ ῥεῖθρα γὰρ θαυμάτων, ἀφθόνως ἀναβλύζει, καὶ πάθη ἀπελαύνει, ψυχῆς καὶ σώματος.

Την τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, σὲ Φανερωμένη, Παρθένε ἀνυμνοῦμεν, τὴν θείαν σου Εἰκόνα, κατασπαζόμενοι.

READ  Πώς η Αγία Ζώνη της Θεοτόκου έφθασε στο Άγιο Όρος

῎Εχοντες Εἰκόνα σου τὴν σεπτήν, ἀδάπανον Μῆτερ, ἰατρεῖον οἱ εὐσεβεῖς, προστρέχομεν ταύτῃ, πιστῶς Φανερωμένη, ὑμνοῦντες ἀκορέστως, τὰ μεγαλεῖά σου.

Τοὺς προσερχομένους τῷ σῷ Ναῷ, ἔνθα ἡ Εἰκών σου, τεθησαύρισται ἡ σεπτή, φύλαττε καὶ σκέπε, προνοίᾳ μητρικῇ σου, Ἁγνὴ Φανερωμένη, ἐν βίῳ πάντοτε.

READ  Μοναδικό θαύμα της Παναγίας: Έτσι κατάφερα να κάνω παιδί

Ρ῾ῦσαι πάσης θλίψεως Μαριάμ, καὶ παντὸς κινδύνου, ὡς ὑπάρχουσα συμπαθής, τοὺς ἐγκαυχωμένους, τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀεὶ ἐκλάμπει, τὸ φῶς τῆς χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Μεγαλυνάρια Παναγίας Φανερωμένης

READ  Αγία Σκέπη της Παναγίας

πηγή

Αφήστε μια απάντηση